Eυχές κατά του κορονοϊού στο Άγιον Όρος

 
Ευχή 1η λεγομένη καί εις λοιμικήν νόσον εις τον εν Τριάδι μόνον Θεόν ημών
 
Συμεών Αρχιεπισκόπου Θεσσαλονίκης
 
Άναρχε, αιώνιε, δέσποτα Θεέ, Πάτερ πανάγιε, παντοκράτορ, μετά τού ζώντος καί αγαθού Λόγου σου καί τού Παρακλήτου σου Πνεύματος, δέξαι συμπαθώς τας δεήσεις ημών των αμαρτωλών. Ο μονογενής Υιός, ο ων εις τον κόλπον τού Πατρός, Κύριε Ιησού Χριστέ, μετά τού ευσπλάγχνου Πατρός σου καί τού ιλαρού Πνεύματος πρόσδεξαι εν ελέει τας ικεσίας ημών των ελαχίστων. Το πανάγιον καί υπεράγαθον εκ τού Πατρός θείον Πνεύμα συν τω πανοικτίρμονι Πατρί καί τω δι᾽ ημάς ενανθρωπήσαντι διά φιλανθρωπίαν Υιώ δέξαι τας εν θλίψει φωνάς τού τεταπεινωμένου λαού σου. Η ομοούσιος καί αδιαίρετος Τριάς, η μία βασιλεία καί φύσις, ο τρισάγιος Κύριος, επάκουσον της δεήσεως ημών των ταπεινών ικετών σου καί διά την σην αμέτρητον αγαθότητα συγχώρησον ημίν τα αναρίθμητα πταίσματα.

Διά το σον ανυπέρβλητον έλεος οικτείρησον ημάς τούς δικαίως παιδευομένους ως σε τον δίκαιον παροργίσαντας. Διά τούς αφάτους οικτιρμούς σου σώσον ημάς κινδυνεύοντας καί λύτρωσαι ημάς εκ πάσης δικαίας απειλής καί οργής σου.
Εξελού ημάς από τού πονηρού καί πάντων των επιτηδευμάτων αυτού καί μηχανημάτων. Διασκέδασον πάντα πειρασμόν αφ᾽ ημών αισθητόν τε καί νοητόν· δίωξον πάσαν θλίψιν καί στένωσιν αφ᾽ ημών καί διαφύλαξον ημάς από λιμού καί λοιμού, αώρου θανάτου καί αιφνιδίου καί πάσης άλλης κακώσεως, παν σκάνδαλον καί ταραχάς επεγειρομένας περίελε αφ᾽ ημών.

Καί δος ημίν εν ειρήνη καί ομονοία διάγειν καί τη προς σε καί αλλήλους εμμένειν αγάπη, ποιείν τε τας εντολάς σου καί την μεν παρούσαν ζωήν ευα­ρέστως σοι διανύσαι καί ευσεβώς αυτήν διά μετανοίας τελειώσαι. Αξίωσον δε ημάς καί της επουρανίου καί αιωνίου δόξης καί βασιλείας σου. Ότι συ ει Θεός ημών καί επί σοί ελπίζομεν, εκτός σού άλλον ουκ οίδαμεν καί το όνομά σου επικαλούμενοι σωθήναι ελπίζομεν, πρεσβείαις της παναγίας αειπαρθένου Θεοτόκου, των φιλανθρωποτάτων αγγέλων σου καί πάντων σου των αγίων.
Ότι Θεός ελέους, οικτιρμών καί φιλανθρωπίας υπάρχεις καί σοί την δόξαν αναπέμπομεν, τω Πατρί καί τω Υιώ καί τω αγίω Πνεύματι, νυν καί αεί καί εις τούς αιώνας των αιώνων. Αμήν.
 
Ευχή 2η επί συμφορά λαού λεγομένη καί εις λοιμικήν ασθένειαν
 
Καλλίστου Πατριάρχου Κωνσταντινουπόλεως
 
Α῎ναρχε βασιλεύ, αόρατε, ανεξιχνίαστε, ακατάληπτε, ανέκφραστε, ο πάσαν δρακί περιέχων την κτίσιν καί διατηρών, ο διακατέχων καί διακυβερνών αυτήν, αρρήτω λόγω, ο των Νινευιτών τας ανομίας, πρότερον μεν ανεχόμενος, ύστερον δε την μετάνοιαν αυτών καί επιστροφήν προσδεξάμενος καί χαρισάμενος αυτοίς, δι᾽ υπερβάλλουσαν αγαθότητα καί μακροθυμίαν, πάσας τας ανομίας καί τα πλημμελήματα τη συνήθει καί αφάτω σου φιλανθρωπία δεξάμενος· δέξαι καί ημών τας ευχάς, καθάπερ, ως είρηται, των Νινευιτών την επιστροφήν καί μετάνοιαν· δέξαι τα δάκρυα καί τούς στεναγμούς· δέξαι την τεταπεινωμένην ημών δέησιν, ουδέ γαρ δυνάμεθα, όλως ταίς αμαρτίαις γενόμενοι, προς σε τον μόνον αναμάρτητον ατενίζειν· δέξαι τας εκ βάθους, ως δίκην καπνού, αναπεμπομένας σοι τω Δεσπότη κραυγάς· δέξαι τού ταλαιπωρημένου λαού την παράκλησιν. Νικησάτω η άβυσσος της σης ευσπλαγχνίας το πλήθος των ημετέρων αμαρτιών καί δος τω λαώ σου λύτρωσιν, ελευθερίαν των πειρασμών καί τού θανάτου τομής άφεσιν.

Ναί, Κύριε ο Θεός ημών, επάκουσον τού λαού σου εν τη ώρα ταύτη καί εμού τού αμαρτωλού καί στήσον την ράβδον των αμαρτωλών επεγειρομένην επί τον κλήρον των δικαίων, ούς συ μόνος οίδας καί επίστασαι, παρ᾽ αυτών μη γινωσκόμενος. Όπως καί δι᾽ ημών των σων αχρείων δούλων δοξασθή το πανάγιον όνομά σου, τού Πατρός καί τού Υιού καί τού αγίου Πνεύματος, νυν καί αεί καί εις τούς αιώνας των αιώνων. Αμήν.
 
 
Ευχή 3η επί συμφορά λαού Καλλίστου Πατριάρχου Κωνσταντινουπόλεως
 
Υπεράγαθε Κύριε, δημιουργέ τού παντός, ου το έλεος αμέτρητον καί η φιλανθρωπία ανείκαστος· ο τας ανομίας ημών πάσας αράμενος καί τω σταυρώ προσηλώσας ίνα καθαγιάσης ημάς· θαρρούντες προσπίπτομεν ικετικώς, ανεξίκακε Κύριε, καί της σης αφάτου καί αμετρήτου φιλανθρωπίας το πέλαγος υποσκοπούντες, κράζομεν προς σε τον ευδιάλλακτον Κύριον· Σώσον ημάς. Ου φαρισαικώς τας ωδάς ημών καί υμνωδίας αναφέρομεν, αλλά τελωνικώς. Ουδέ κατά τον αγνώμονα εκείνον ληστήν, αλλά κατ᾽ αυτόν τον ευγνώμονα καί ευχάριστον βοώμεν το· Μνήσθητι.

Διά τούτο νικησάτω το ανεξερεύνητον έλεος τας ανομίας ημών, ει καί μη προσηκόντως μετανοούμεν καί επιστρέφομεν· δείξον καί εν ημίν της φιλαν­θρωπίας σου το μέγεθος· σπλαγχνίσθητι καί διαλλάγηθι ως μακρόθυμος επί τω λαώ σου· στήσον το δρέπανον τού θανάτου, ώστε μη καθ᾽ ημών προβήναι· στήσον την ταχείαν καί άωρον τούτου τομήν· στήσον της λοιμώδους νόσου την δικαίαν ταύτην φθοράν· στήσον την ρομφαίαν την καθ᾽ ημών διεγειρομένην, ίνα μη απολώμεθα· σοί γαρ μόνω ημάρτομεν, αλλά καί σοί μόνω προσπίπτομεν.

Ναί, Κύριε, επάκουσον ημών των αμαρτωλών καί αχρείων δούλων σου εν τη ώρα ταύτη καί μη απώση τας δεήσεις ημών· πάριδε τα πλημμελήματα ημών, τα εκούσια καί τα ακούσια, τα εν γνώσει καί εν αγνοία, ίνα δοξασθή εν ημίν το πανάγιον όνομά σου, τού Πατρός καί τού Υιού καί τού αγίου Πνεύματος, νυν καί αεί καί εις τούς αιώνας των αιώνων. Αμήν.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται.